Ἀπολυτίκιον
Ἦχος γ΄. Τὴν ἐν σαρκὶ ζωήν.
Τὸν θεῖον ἔρωτα τὸν τοῦ Κυρίου σου καὶ τὴν ἐκζήτησιν τοῦ μαρτυρίου σου ᾿Αγγέλων δῆμοι καὶ πιστοὶ ἐθαύμασαν, πανεύφημε· διά τῆς ἀσκήσεως καὶ πολλῆς παῤῥησίας σου ἐν ὁμολογίᾳ τε καὶ φοινίξει αἱμάτων σου, Κυπριανὲ ἀθλοφόρε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Τῆς Κορίτσης βλάστημα Εὐρυτανίας τὸ θεῖον, τοῦ Κλειστοῦ τὸ στήριγμα, Κουτλουμουσίου τὸ κλέος, Κυπριανὸν μακαρίσωμεν, Μαρτύρων νέων καὶ νέον ἀγλάϊσμα.
Μεγαλυνάριον
Τέκνον τῆς Κορίτσης τὸ ἐκλεκτόν, σχολῶν τῶν ᾿Αγράφων θρέμμα τίμιον καὶ σεπτόν, μονῆς Κουτλουμουσίου σέμνωμα τὸ θεῖον, Κυπριανὸν τὸν νέον, ἀεὶ γεραίρομεν.
0 σχόλια :
Δημοσίευση σχολίου
ΣΧΟΛΙΑΣΤΕ...